Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας,
ἐπείνασε·
(Μάρκ.
11:13)
καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα,
ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ' αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ
γὰρ ἦν καιρὸς σύκων.
(Μάρκ.
11:14)
καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ
εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
...
(Μάρκ.
11:20 )
Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν
ἐξηραμένην ἐκ ῥιζῶν.
